Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.124.4 | Hdt. 2.125.4 (English) | >>Hdt. 2.126.2 |
2.125.1
ἐποιήθη δὲ ὧδε αὕτη ἡ πυραμίς , ἀναβαθμῶν τρόπον , τὰς μετεξέτεροι κρόσσας , οἱ δὲ βωμίδας ὀνομάζουσι ·
2.125.2 τοιαύτην τὸ πρῶτον ἐπείτε ἐποίησαν αὐτήν , ἤειρον τοὺς ἐπιλοίπους λίθους μηχανῇσι ξύλων βραχέων πεποιημένῃσι , χαμᾶθεν μὲν ἐπὶ τὸν πρῶτον στοῖχον τῶν ἀναβαθμῶν ἀείροντες ·
2.125.3 ὅκως δὲ ἀνίοι ὁ λίθος ἐπʼ αὐτόν , ἐς ἑτέρην μηχανὴν ἐτίθετο ἑστεῶσαν ἐπὶ τοῦ πρώτου στοίχου , ἀπὸ τούτου δὲ ἐπὶ τὸν δεύτερον εἵλκετο στοῖχον ἐπʼ ἄλλης μηχανῆς ·
2.125.4 ὅσοι γὰρ δὴ στοῖχοι ἦσαν τῶν ἀναβαθμῶν , τοσαῦται καὶ μηχαναὶ ἦσαν , εἴτε καὶ τὴν αὐτὴν μηχανὴν ἐοῦσαν μίαν τε καὶ εὐβάστακτον μετεφόρεον ἐπὶ στοῖχον ἕκαστον , ὅκως τὸν λίθον ἐξέλοιεν · λελέχθω γὰρ ἡμῖν ἐπʼ ἀμφότερα , κατά περ λέγεται .
2.125.5 ἐξεποιήθη δʼ ὦν τὰ ἀνώτατα αὐτῆς πρῶτα , μετὰ δὲ τὰ ἐχόμενα τούτων ἐξεποίευν , τελευταῖα δὲ αὐτῆς τὰ ἐπίγαια καὶ τὰ κατωτάτω ἐξεποίησαν .
2.125.6 σεσήμανται δὲ διὰ γραμμάτων Αἰγυπτίων ἐν τῇ πυραμίδι ὅσα ἔς τε συρμαίην καὶ κρόμμυα καὶ σκόροδα ἀναισιμώθη τοῖσι ἐργαζομένοισι · καὶ ὡς ἐμὲ εὖ μεμνῆσθαι τὰ ὁ ἑρμηνεύς μοι ἐπιλεγόμενος τὰ γράμματα ἔφη , ἑξακόσια καὶ χίλια τάλαντα ἀργυρίου τετελέσθαι .
2.125.7 εἰ δʼ ἔστι οὕτω ἔχοντα ταῦτα , κόσα οἰκὸς ἄλλα δεδαπανῆσθαι ἐστὶ ἔς τε σίδηρον τῷ ἐργάζοντο καὶ σιτία καὶ ἐσθῆτα τοῖσι ἐργαζομένοισι , ὁκότε χρόνον μὲν οἰκοδόμεον τὰ ἔργα τὸν εἰρημένον , ἄλλον δέ , ὡς ἐγὼ δοκέω , ἐν τῷ τοὺς λίθους ἔταμνον καὶ ἦγον καὶ τὸ ὑπὸ γῆν ὄρυγμα ἐργάζοντο , οὐκ ὀλίγον χρόνον .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.124.4 | Hdt. 2.125.4 (English) | >>Hdt. 2.126.2 |